Δευτέρα, 9 Απριλίου 2012

Μεγάλη Τετάρτη ~ Μυσταγωγών σου


Μυσταγωγῶν σου Κύριε, τούς μαθητάς ἐδίδασκες λέγων· ῏Ω φίλοι ὁρᾶτε, μηδείς ὑμᾶς χωρίσει μου φόβος· εἰ γάρ πάσχω, ἀλλ᾿ ὑπέρ τοῦ κόσμου· μή οὖν σκανδαλίζεσθε ἐν ἐμοί· οὐ γάρ ἦλθον διακονηθῆναι, ἀλλά διακονῆσαι, καί δοῦναι τήν ψυχήν μου, λύτρον ὑπέρ τοῦ κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μου ἐστέ, ἐμέ μιμεῖσθε· ὁ θέλων πρῶτος εἶναι, ἔστω ἔσχατος· ὁ δεσπότης, ὡς ὁ διάκονος· μείνατε ἐν ἐμοί, ἵνα βότρυν φέρητε· ἐγώ γάρ εἰμι, τῆς ζωῆς ἡ ἄμπελος.






Μεγάλη Τετάρτη εσπέρας
Όρθρος Μεγάλης Πέμπτης - ο νιπτηρ
«Συντρέχει λοιπόν ...;»
Συντρέχει λοιπόν, το συνέδριον των ιουδαίων, ίνα τον δημιουργόν, και κτίστην των απάντων, Πιλάτω παραδώσει.  των ανόμων, ω των απίστων! ότι τον ερχόμενον κρίναι ζώντας και νεκρούς, εις κτίσιν ευτρεπίζουσι τον ιώμενον τα πάθη προς πάθος ετοιμάζουσι Κύριε μακρόθυμε, μέγα σου το έλεος, δόξα σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου